Αξιοσημείωτα

Υπολογιστές

Δωρεάν Γραμματοσειρά Και Πολυτονικοί Χαρακτήρες

Σελίδα Ελέγχου Ορθής Εμφανίσεως Ελληνικών Πολυτονικών Χαρακτήρων


Πᾶν μέτρον ἄριστον.

Ἔστι παροιμία. Ἔστε ἐγκρατεῖς καὶ μηδὲν ἄγαν πράττετε· ἡ γὰρ ὑπερβολὴ τοῖς ἀνθρώποις ἀεὶ λύπην παρέχει. Τὴν μετρίαν δίαιταν διώξατε· ἡ γὰρ ἀκολασία ταύτης πολλῶν κακῶν αἰτία ἐστίν. Ἄγε δή, ὦ φίλε, κάτεχε πεῖναν καὶ δίψαν καὶ φεῦγε τὰς ἄλλας ἐπιθυμίας· πολλοὶ γὰρ ἐν μεσταῖς τραπέζαις διαφθείρουσι δίψαν ἐσθλῶν ἔργων. Εἰ δὲ δόξαν καὶ τιμὴν διώκεις, ἡ τόλμη μὴ ἀρχέτω σωφροσύνης. Θαύμασον δὲ καὶ τοὺς τὴν φιλαργυρίαν φεύγοντας· λέγουσι γὰρ ταύτην ῥίζαν τῶν ἀδικιὼν εἶναι. Γυμνάσατε τό τε σῶμα καὶ τὴν ψυχὴν ἐπ' ἀρετὴν καὶ ἀποβλέψατε πρὸς τοὺς ἐν μετρίᾳ διαίτῃ διάγοντας. Μάλιστα δὲ οἱ λόγοι μέτρον ἐχόντων καὶ φευγόντων τὴν ὑπρεβολήν· ἡ γὰρ τῆς γλώττης ἀκολασία πολλοῖς λύπην καὶ αἰσχύνην φέρει. Ἴσθι οὖν φιλαλήθης, ὦ φίλε, καὶ μὴ πολλὰ λέγε, ἀλλὰ καλά· οὐ γὰρ ἐν τῷ πολλῷ τὸ εὖ, ἀλλ' ἐν τῷ εὖ τὸ πολύ. Ὀρθῶς δ' ἔτι καὶ νῦν ἔχει ὁ λόγος· “Ἡ γλῶττα πολλῶν ἐστι κακῶν αἰτία”.

παρακαλώ πατήστε εδώ για να κλείσετε αυτό το παράθυρο