Γράμματα
Φράσεις
Ούκ Άν Λάβοις Παρά Τού Μή Έχοντος
Χάρων: Ποδαποί μέν ἐστε, ὦ νεανίαι, καὶ πόθεν ἐνταῦθα ἀφίκεσθε;
Μένιππος: Οὗτος μὲν Ἑρμῆς θεός ἐστιν, ἐγὼ δ' ἀλλοδαπός. Ἀμφότεροι δ' οὐδαμόθεν ἄλλοθεν ἀφικόμεθα ἢ ἐκεῖθεν, ὅποι οἱ ἄνθρωποι ἀποθνῄσκοντες εἰς ᾍδου καταβαίνουσι.
Χάρων: Πηλίκος δ' εἶ;
Μένιππος: Τηλικοῦτος, ἡλίκον σύ ὁρᾷς.
Χάρων: Πότερος δ' ἀποδώσει μοι τὰ πορθμεῖα;
Μένιππος: Οὐδέτερος· ἀμφότεροι γὰρ οὐκ ἔχομεν ὀβολόν καὶ παρὰ τοῦ μὴ ἔχοντος οὐκ ἂν λάβοις.
Χάρων: Ἔστι δέ τις ὀβολὸν οὐκ ἔχων;
Μέννιπος: Εἰ μέν τις καὶ ἄλλος, οὐκ οἶδα. Ἐγὼ δέ, ὃς Μένιππός εἰμι, οὐκ ἔχω.
Χάρων: Ποῖ σε νῦν ἀγάγω ἄνευ ὀβολοῦ;
Μένιππος: Ὅποι καὶ τοὺς ἄλλους νεκρούς· εἰ δὲ μή, ἄπαγέ με ἐκεῖσε, ἔνθα καὶ πρίν με ἐλθεῖν ἐνθάδε, οἷ ἔρεβός ἐστι καὶ οὐδὲν ἄλλο.
Χάρων: Τοῦτο μέντοι, ὃ ζητεῖς, ὦ φίλε, ἀδύνατον.
01-10-2003